Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 27.53 | Dem. 27.56 (English) | >>Dem. 27.59 |
27.55εἰ μὲν γὰρ ὁ πατὴρ ἠπίστει τούτοις , δῆλον ὅτι οὔτʼ ἂν τἄλλʼ ἐπέτρεπεν οὔτʼ ἂν ταῦθʼ οὕτω καταλείπων αὐτοῖς ἔφραζε · μανία γὰρ δεινὴ τὰ κεκρυμμένʼ εἰπεῖν , μηδὲ τῶν φανερῶν μέλλοντʼ ἐπιτρόπους καταστήσειν . εἰ δʼ ἐπίστευεν , οὐκ ἂν δήπου τὰ μὲν πλεῖστʼ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν , τῶν δʼ οὐκ ἂν κυρίους ἐποίησεν . οὐδʼ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν ἔδωκεν , αὐτὴν δʼ ἐκείνην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκʼ ἔδωκεν · οὐ γὰρ ἔχει λόγον , σῴζειν μὲν τὰ χρήματα διὰ τῆς ἐμῆς μητρὸς ζητεῖν , ἕνα δὲ τῶν ἀπιστουμένων καὶ αὐτῆς καὶ τῶν χρημάτων κύριον ποιεῖν .
27.56ἔτι δέ , τούτων εἴ τι ἦν ἀληθές , οἴεσθʼ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρός ; ὃς τὴν μὲν προῖκʼ αὐτῆς ἤδη , τὰς ὀγδοήκοντα μνᾶς , ἔχων ὡς συνοικήσων αὐτῇ , τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρʼ ἔγημεν · τεττάρων δὲ ταλάντων ἔνδον ὄντων , καὶ ταῦτʼ ἐκείνης ἐχούσης , ὡς οὗτός φησιν , οὐκ ἂν ἡγεῖσθʼ αὐτὸν κἂν ἐπιδραμεῖν , ὥστε γενέσθαι μετʼ ἐκείνης αὐτῶν κύριον ;
27.57ἢ τὴν μὲν φανερὰν οὐσίαν , ἣν καὶ ὑμῶν οἱ πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη , μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν , ὧν δʼ οὐκ ἐμέλλεθʼ ὑμεῖς ἔσεσθαι μάρτυρες , ἀπέσχετʼ ἂν ἐξὸν αὐτῷ λαβεῖν ; καὶ τίς ἂν πιστεύσειεν ; οὐκ ἔστιν ταῦτʼ , ὦ ἄνδρες δικασταί , οὐκ ἔστιν , ἀλλὰ τὰ μὲν χρήματα , ὅσα κατέλιπεν ὁ πατήρ , πάντα τούτοις παρέδωκεν , οὗτος δʼ , ἵνʼ ἧττον ἐλεηθῶ παρʼ ὑμῖν , τούτοις τοῖς λόγοις χρήσεται .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 27.53 | Dem. 27.56 (English) | >>Dem. 27.59 |